Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.28 Joseph. AJ 4.33 (English) >>Joseph. AJ 4.38

4.31ἦν δὲ καὶ τὸ μὴ προσέσθαι παρέχοντος ἐκείνου τὴν τιμὴν ἀσεβές, καὶ πάλιν ἀξιοῦντʼ ἔχειν εἰς ἅπαντα χρόνον μὴ τὴν ἀσφάλειαν τὴν ἐπʼ αὐτῇ βεβαιοῦντος ἡμῖν τοῦ θεοῦ παντάπασιν ἀλόγιστον. κρινεῖ τοίνυν πάλιν αὐτός, τίνας βούλεται τὰς ὑπὲρ ἡμῶν αὐτῷ θυσίας ἐπιτελεῖν καὶ προεστάναι τῆς εὐσεβείας· 4.32ἄτοπον γὰρ Κορῆν ἐφιέμενον τῆς τιμῆς τὴν ἐξουσίαν τοῦ τίνι παράσχῃ ταύτην ἀφελέσθαι τὸν θεόν. τῆς οὖν στάσεως καὶ τῆς διὰ τοῦτο ταραχῆς παύσασθε, πρωῒ δὲ ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε κομίζων ἕκαστος θυμιατήριον οἴκοθεν σὺν θυμιάμασι καὶ πῦρ πάριτε. 4.33καὶ σὺ δέ, Κορῆ, παραχώρησον τὴν κρίσιν τῷ θεῷ καὶ τὴν ἐπὶ τούτοις αὐτοῦ μένε ψηφοφορίαν, ἀλλὰ μὴ σαυτὸν ποίει τοῦ θεοῦ κρείττονα, παραγίνου δὲ κριθησόμενος οὕτως περὶ τοῦ γέρως. ἀνεμέσητον δʼ οἶμαι καὶ Ἀαρῶνα προσδέξασθαι συγκριθησόμενον, γένους μὲν ὄντα τοῦ αὐτοῦ μηδὲν δὲ μεμφθῆναι τοῖς παρὰ τὴν ἱερωσύνην πεπραγμένοις δυνάμενον. 4.34θυμιάσετε οὖν συνελθόντες ἐν φανερῷ παντὶ τῷ λαῷ, καὶ θυμιωμένων ὑμῶν οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρίνῃ θεός, οὗτος ὑμῖν ἱερεὺς κεχειροτονήσεται, τῆς ἐπὶ τἀδελφῷ διαβολῆς ὡς κεχαρισμένου τὴν τιμὴν αὐτῷ ῥυόμενος.” 4.35

Ταῦτα Μωυσέος εἰπόντος παύεται καὶ τῆς ταραχῆς τὸ πλῆθος καὶ τῆς εἰς Μωυσῆν ὑποψίας, ἐπένευσαν δὲ τοῖς εἰρημένοις· καὶ γὰρ ἦν καὶ ἐδόκει χρηστὰ τῷ λαῷ. τότε μὲν οὖν διαλύουσι τὸν σύλλογον, τῇ δʼ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν παρατευξόμενοι τῇ θυσίᾳ καὶ τῇ διʼ αὐτῆς κρίσει τῶν περὶ τῆς ἱερωσύνης ἀγωνιζομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.28 Joseph. AJ 4.33 (English) >>Joseph. AJ 4.38

Powered by PhiloLogic